V H 92

V H 92 Epist. 5 (τοῖς ἑταίροις):
καλὸν νόμος, ἀλλ' οὐ κρείττων φιλοσοφίας˙ ὃ μὲν γὰρ βιάζεται μὴ ἀδικεῖν, ἣ δὲ διδάσκει. ὅσῳ δὲ χεῖρόν ἐστιν ἀνάγκῃ τι ποιεῖν τοῦ ἑκουσίως, τοσούτῳ καὶ νόμος φιλοσοφίας, ὥστε διὰ ταῦτα φιλοσοφεῖτε καὶ μὴ πολιτεύεσθε. κρεῖττον γὰρ δι' οὗ διδάσκονται ἄνθρωποι δικαιοπραγεῖν ἐπίστασθαι ἢ δι' οὗ ἀναγκάζονται μὴ ἀδικεῖν.