IV A 92

IV A 92 ATHEN. XIII 588 E-F:
Ἀρίστιππος δὲ κατ' ἔτος δύο μῆνας συνδιημέρευεν αὐτῇ ἐν Αἰγίνῃ τοῖς Ποσειδωνίοις˙ καὶ ὀνειδιζόμενος ὑπὸ οἰκέτου, ὅτι "σὺ μὲν αὐτῇ τοσοῦτον ἀργύριον δίδως, ἣ δὲ προῖκα Διογένει τῷ κυνὶ συγκυλίεται," ἀπεκρίνατο˙ "ἐγὼ Λαίδι χορηγῶ πολλά, ἵνα αὐτὸς αὐτῆς ἀπολαύω, οὐχ ἵνα μὴ ἄλλος." τοῦ δὲ Διογένους εἰπόντος αὐτῷ˙ " Ἀρίστιππε, κοινῇ συνοικεῖς πόρνῃ. ἢ κύνιζε οὖν, ὡς ἐγώ, ἢ πέπαυσο" - καὶ ὁ Ἀρίστιππος˙ "ἆρά γε μή τί σοι ἄτοπον δοκεῖ εἶναι, Διόγενες, οἰκίαν οἰκεῖν ἐν ᾗ πρότερον ᾤκησαν ἄλλοι;" "οὐ γάρ" ἔφη. "τί δὲ ναῦν ἐν ᾗ πολλοὶ πεπλεύκασιν;" "οὐδὲ τοῦτο" ἔφη. "οὕτως οὖν οὐδὲ γυναικὶ συνεῖναι ἄτοπόν ἐστιν ᾗ πολλοὶ κέχρηνται."