I C 92

AELIAN. var. hist. III 27:
Πλάτων ὁ Ἀρίστωνος ὑπὸ πενίας, φασὶ, καταπονούμενος ἔμελλεν ἐπὶ στρατείαν ἀποδημῆσαι˙ καταληφθεὶς δὲ ὑπὸ Σωκράτους ὠνούμενος ὅπλα ὁ Πλάτων ἀνεστάλη τῆς ὁρμῆς, διαλεχθέντος αὐτῷ τοῦ Σωκράτους ἃ εἰκὸς ἦν καὶ πείσαντος φιλοσοφίας ἐπιθυμῆσαι.