V H 93

V H 93 Epist. 6 (τοῖς αὐτοῖς):
φιλοσοφεῖτε πολλάκις ἢ ἀναπνεῖτε (αἱρετώτερον γὰρ τὸ εὖ ζῆν, ὃ ποιεῖ φιλοσοφία, τοῦ ζῆν, ὃ ποιεῖ ἀναπνοή), καὶ μὴ ὡς οἱ ἄλλοι, ἀλλ' ὡς ἤρξατο μὲν Ἀντισθένης, ἐτελείωσε δὲ Διογένης. εἰ δὲ δύσκολον τὸ ὧδε φιλοσοφεῖν, ἀλλὰ συντομώτερον. πρὸς δὲ εὐδαιμονίαν, ὡς ἔλεγε Διογένης, κἂν διὰ πυρὸς βαδιστέον.