VI A 93

VI A 93 AEL. ARISTID. [= fr. 49] de rhet. I 217- 8 [ = orat. XLV, II pp. 66-7 D.]:
δι' ἓν μὲν τοῦθ' οὕτως ἀναγκαίως ἡ ῥητορικὴ νόμων πρότερον καὶ ἡγούμενον, δεύτερον δὲ τί χρὴ τοὺς νόμους αὐτοὺς, ὦ πρὸς θεῶν, εἶναι φῆσαι πλὴν λόγους, τοσοῦτον τῶν ἄλλων ἐξηλλαγμένους ὅσον εἰσὶ γεγραμμένοι; εἰ μὲν ἐγώ τι μέμνημαι, καὶ Σωκράτει συνδοκεῖν Αἰσχίνης μαρτυρεῖ. χωρὶς δὲ τῆς μαρτυρίας καὶ τοῦ Σωκράτους εἰς αὐτό τις ἂν σκοπῶν ἴδοι. λέγουσι γάρ πως καὶ τί δεῖ ποιεῖν καὶ τίνων ἀπέχεσθαι καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ καὶ καθ' ἕνα καὶ κοινῇ, καὶ πολιτεύονται διηνεκῶς ἐν ταῖς πόλεσιν.