I C 93

PLUTARCH. quom. adul. ab am. intern. 32 p. 70 E-F:
ἔτι τοίνυν εὐλαβητέον ἐστὶν ἐν πολλοῖς παρρησίᾳ χρῆσθαι πρὸς φίλον, ἐνθυμούμενον τὸ τοῦ Πλάτωνος. ἐπεὶ γὰρ ὁ Σωκράτης ἥψατό τινος τῶν συνήθων σφοδρότερον ἐπὶ ταῖς τραπέζαις διαλεγόμενος, "οὐκ ἄμεινον ἦν" ὁ Πλάτων ἔφη "ἰδίᾳ ταῦτα λελέχθαι;" καὶ ὁ Σωκράτης "σὺ δ'" εἶπεν "οὐκ ἄμεινον ἂν ἐποίησας ἰδίᾳ πρὸς ἐμὲ τοῦτο εἰπών;"