V A 94

V A 94 PLUTARCH. De vitios. pud. 18 p. 536 B:
οὕτως ἄτρεπτος ἦν [scil. Menedemus, cf. supra: III F 14] καὶ ἀνάλωτος ὑπὸ τῶν τοιούτων καὶ κρατῶν ἐκείνης τῆς παραινέσεως, ἣν ὁ Ἀντισθένειος Ἡρακλῆς παρῄνει, τοῖς παισὶ διακελευόμενος μηδενὶ χάριν ἔχειν ἐπαινοῦντι [αὐτούς]˙ τοῦτο δ' ἦν οὐδὲν ἄλλο ἢ μὴ δυσωπεῖσθαι μηδ' ἀντικολακεύειν τοὺς ἐπαινοῦντας.