I C 94

ATHEN. XI 507 C:
καὶ τὸ καθόλου πᾶσι τοῖς Σωκράτους μαθηταῖς ἐπεφύκει [scil. Platon] μητρυιᾶς ἔχων διάθεσιν. διόπερ Σωκράτης οὐκ ἀηδῶς περὶ αὐτοῦ στοχαζόμενος ἐνύπνιον ἔφησεν ἑωρακέναι πλειόνων παρόντων. δοκεῖν γὰρ ἔφη τὸν Πλάτωνα κορώνην γενόμενον ἐπὶ τὴν κεφαλὴν [μου] ἀναπηδήσαντα τὸ φαλακρὸν [μου] κατασκαριφᾶν καὶ κρώζειν περιβλέπουσαν. "δοκῶ οὖν σε, ὦ Πλάτων, πολλὰ κατὰ τῆς ἐμῆς ψεύσεσθαι κεφαλῆς."