[37] Καὶ ταῦτα μὲν ὁ Ξενοφάνης. ἔσκωψε δ' αὐτὸν Κρατῖνος μὲν ἐν Πυθαγοριζούσῃ˙ ἀλλὰ καὶ ἐν Ταραντίνοις φησὶν οὕτως˙ (Kock II. 290 sq.)

ἔθος ἐστὶν αὐτοῖς, ἄν τιν' ἰδιώτην ποθὲν
λάβωσιν εἰσελθόντα, διαπειρώμενον
τῆς τῶν λόγων ῥώμης ταράττειν καὶ κυκᾶν
τοῖς ἀντιθέτοις, τοῖς πέρασι, τοῖς παρισώμασιν,
τοῖς ἀποπλάνοις, τοῖς μεγέθεσιν νουβυστικῶς.

Μνησίμαχος δ' Ἀλκμαίωνι˙ (Kock II. 436)

ὡς Πυθαγοριστὶ θύομεν τῷ Λοξίᾳ,
ἔμψυχον οὐδὲν ἐσθίοντες παντελῶς.

[37] Καὶ ταῦτα μὲν ὁ Ξενοφάνης. ἔσκωψε δ' αὐτὸν Κρατῖνος μὲν ἐν Πυθαγοριζούσῃ˙ ἀλλὰ καὶ ἐν Ταραντίνοις φησὶν οὕτως˙

ἔθος ἐστὶν αὐτοῖς, ἄν τιν' ἰδιώτην ποθὲν
λάβωσιν εἰσελθόντα, διαπειρώμενον
τῆς τῶν λόγων ῥώμης ταράττειν καὶ κυκᾶν
τοῖς ἀντιθέτοις, τοῖς πέρασι, τοῖς παρισώμασιν,
τοῖς ἀποπλάνοις, τοῖς μεγέθεσιν νουβυστικῶς.

Μνησίμαχος δ' Ἀλκμαίωνι˙

ὡς Πυθαγοριστὶ θύομεν τῷ Λοξίᾳ,
ἔμψυχον οὐδὲν ἐσθίοντες παντελῶς.

[37] Καὶ ταῦτα μὲν ὁ Ξενοφάνης. Ἔσκωψε δὲ αὐτὸν Κρατῖνος μὲν ἐν Πυθαγοριζούσῃ˙ ἀλλὰ καὶ ἐν Ταραντίνοις φησὶν οὕτως˙

[5951] Ἔθος ἐστὶν αὐτοῖς, ἄν τιν' ἰδιώτην ποθὲν
λάβωσιν εἰσελθόντα, διαπειρωμένοις
τῆς τῶν λόγων ῥώμης ταράττειν καὶ κυκᾶν
τοῖς ἀντιθέτοις, τοῖς πέρασι, τοῖς παρισώμασι,
[5955] τοῖς ἀποπλάνοις, τοῖς μεγέθεσιν νουβυστικῶς.

Μνησίμαχος δ' Ἀλκμαίωνι˙

Ὡς Πυθαγοριστὶ θύομεν τῷ Λοξίᾳ,
ἔμψυχον οὐδὲν ἐσθίοντες παντελῶς.