V H 96

V H 96 Epist. 9 (Μνασοῖ):
μὴ ἀπέχου τοῦ καλλίστου κόσμου, ἀλλὰ κόσμει σαυτὴν ἑκάστης ἡμέρας, ἵνα διαφέρουσα ᾖς. κάλλιστος δὲ κόσμος ἐστὶν ὁ κάλλιστα κοσμῶν, κάλλιστα δὲ κοσμεῖ ὁ κοσμιωτάτην ποιῶν, κοσμιωτάτην δὲ ποιεῖ κοσμιότης, ᾗ μοι δοκοῦσι καὶ ἡ Πηνελόπη καὶ ἡ Ἄλκηστις κεκοσμῆσθαι καὶ ἔτι καὶ νῦν ἐπ' ἀρετῇ ὑμνεῖσθαι καὶ τιμᾶσθαι. ἵν' οὖν καὶ σὺ ταύταις ἐνάμιλλος γένῃ, πειρῶ τούτων ἀντέχεσθαι τῶν παραινουμένων.