IV A 96

IV A 96 ATHEN. 544 D:
ὁ δ' Ἀρίστιππος ἐπὶ τῆς Λαίδος ἔλεγεν "ἔχω καὶ οὐκ ἔχομαι." καὶ παρὰ Διονυσίῳ διηνέχθη τισὶ περὶ τῆς ἐκλογῆς τῶν τριῶν γυναικῶν.
DIOG. LAERT. II 74-75:
ἐχρῆτο [scil. Aristippus] καὶ Λαΐδι τῇ ἑταίρᾳ, καθά φησι Σωτίων ἐν δευτέρῳ τῶν [5] Διαδοχῶν [fr. 5 Wehrli]. πρὸς οὖν τοὺς μεμφομένους αὐτῷ ἔφη, "ἔχω [Λαΐδα], ἀλλ' οὐκ ἔχομαι˙ ἐπεὶ τὸ κρατεῖν καὶ μὴ ἡττᾶσθαι ἡδονῶν ἄριστον, οὐ τὸ [7] μὴ χρῆσθαι." [ = ARSEN. p. 115, 1-5; [HESYCH. MILES.] de virt. illustr. 4].
CLEM. ALEX. strom. II, XX 117, 5-118, 1:
οἶδα ἐγὼ αἱρέσει τινὶ ἐντυχών καὶ ὁ ταύτης προϊστάμενος διὰ τῆς χρήσεως ἔφασκεν τῆς ἡδονῆς ἡδονῇ μάχεσθαι, αὐτομολῶν πρὸς ἡδονὴν διὰ προσποιητοῦ μάχης ὁ γενναῖος οὗτος γνωστικός [. . . .], ἐπεὶ οὐδὲ μέγα ἔλεγεν τὸ ἀπέχεσθαι ἡδονῆς μὴ πεπειραμένον, ἐν αὐτῇ δὲ γενόμενον μὴ κρατεῖσθαι, ὅθεν γυμνάζεσθαι δι' αὐτῆς ἐν αὐτῇ. ἐλάνθανεν δὲ ἑαυτὸν κατασοφιζόμενος ὁ ἄθλιος τῇ φιληδόνῳ τέχνῃ. ταύτῃ δηλονότι τῇ δόξῃ καὶ Ἀρίστιππος ὁ Κυρηναῖος προσέβαλλεν τοῦ τὴν ἀλήθειαν αὐχοῦντος σοφιστοῦ. ὀνειδιζόμενος γοῦν ἐπὶ τῷ συνεχῶς ὁμιλεῖν τῇ ἑταίρᾳ τῇ Κορινθίᾳ, "ἔχω γὰρ" ἔλεγεν "Λαΐδα καὶ οὐκ ἔχομαι ὑπ' αὐτῆς."
THEODORET. graec. affect. cur. XII 5:
καὶ Ἀρίστιππος δέ ὁ Κυρηναϊκός, ὀνειδιζόμενος, ὅτι δὴ θαμὰ ξυνεγίνετο τῇ ἑταίρᾳ τῇ Κορινθίᾳ, "ἔχω" ἔλεγε "Λαΐδα καὶ οὐκ ἔχομαι ὑπ' αὐτῆς."