I C 96

DIOG. LAERT. II 48:
τούτῳ [scil. Xenophonti] δὲ ἐν στενωπῷ φασιν ἀπαντήσαντα Σωκράτην διατεῖναι τὴν βακτηρίαν καὶ κωλύειν παριέναι, πυνθανόμενον ποῦ πιπράσκοιτο τῶν προσφερομένων ἕκαστον˙ ἀποκριναμένου δὲ πάλιν πυθέσθαι ποῦ δὲ καλοὶ κἀγαθοὶ γίνονται ἄνθρωποι˙ ἀπορήσαντος δέ, "ἕπου τοίνυν," φάναι, "καὶ μάνθανε." καὶ τοὐντεῦθεν ἀκροατὴς Σωκράτους ἦν. καὶ πρῶτος ὑποσημειωσάμενος τὰ λεγόμενα εἰς ἀνθρώπους ἤγαγεν, Ἀπομνημονεύματα ἐπιγράψας. cf. STOB. II 31,101 = EXC. E MS. FLOR. IOANN. DAMASC. II 13, 101 [ = I C 196].