V H 97

V H 97 Epist. 10 (Λύσιδι):
ἀκήκοά σε, ὦ Λῦσι, ἀπὸ τοῦ ἀγῶνος τοῦ ἐν Ἐρετρίᾳ συνεχῶς μεθύσκεσθαι. εἰ δὲ ταῦτά ἐστιν ἀληθῆ, πάρεστί γέ [3] σοι μὴ καταφρονῆσαι ὧν Ὅμηρος ὁ σοφὸς λέγει. φησὶ γάρ "οἶνος καὶ κένταυρον ἀγακλυτὸν Εὐρυτίωνα ἄασε" καὶ Κύκλωπα ὑπὲρ ἄνθρωπον καὶ τὸ μέγεθος καὶ τὴν ἰσχὺν φοροῦντα. εἰ οὖν καὶ τοὺς ἰσχυροτέρους καὶ μείζους ἡμῶν κακῶς διατίθησι, πῶς οἴει ἡμᾶς αὐτὸν διαθήσειν; οἶμαι μὲν γὰρ ἀθλίως. ὅπως οὖν μὴ γένηται μηδὲν δυσχερὲς ἀπ' αὐτοῦ, παραινῶ σοι μαθόντα εὐχρήστως αὐτῷ χρῆσθαι. (2) ὡς ἄτοπόν ἐστι, τῷ μὲν πλήκτρῳ μὴ εἴκειν οἴεσθαι δεῖν, ὃ τοὺς χρωμένους αὐτῷ καλῶς οὐκ ἐξίστησι τῶν φρενῶν οὐδ' εἰς μανίαν ἐμβάλλει, τῷ δὲ οἴνῳ οἴεσθαι εἴκειν δεῖν καὶ χρῆσθαι αὐτῷ * * ἢ τῷ πλήκτρῳ ἀποβαίνει τοσοῦτον μεῖζον * * καὶ τὴν μελέτην αὐτοῦ ποιητέον. πειρῶ δὴ τοῖς ἐγκρατέσι τῶν ἀνδρῶν ὁμιλῶν ἐγκρατῶς χρῆσθαι μανθάνειν, ὅπως ἂν τό γε δῶρον τοῦ θεοῦ μὴ ἀτιμάζοντι εἰς κεφαλήν σοι γένηται, ἀλλὰ τιμῶντι ἡδοναὶ ἀμεταμέλητοι καὶ ὠφέλειαί σοι ἀπ' αὐτοῦ ὦσιν, ὅταν ἄλλως πᾶς μετ' ἐγκρατείας περαινομένας εὐσχημόνως σε καὶ δικαίως ποιῇ βιοτεύειν, μηδὲν ἄσχημον μηδὲ φαῦλον ἐν τῷ βίῳ διαπραττόμενον, ἀλλὰ πάντα τὰ δίκαια λέγοντα καὶ πράττοντα. (3) ὧν παρουσίᾳ ἄνθρωποι λέγονται τρισευδαίμονες γίνεσθαι, τρισσῶν αὐτοῖς ἀγαθῶν πληθυνόντων ἐν τῷ βίῳ˙ οἷς γὰρ τά τε περὶ ψυχὴν ἐγκρατῶς διάκειται, τά τε περὶ τὸ σῶμα ὑγιεινῶς, τά τε περὶ κτῆσιν αὐτάρκως, πῶς ἂν οὐ τρισευδαίμονες εἶεν; ὅπως οὖν τούτων τῶν ἀγαθῶν ἀπολαύῃς, παραινῶ σοι μὴ ὀλιγωρεῖν τῶν ἐπεσταλμένων.