V B 98

V B 98 (ΑΝΤΙΠΑΤΡΟΥ) Anth. Pal. XI 158 :
Αἰάζει πήρη τε καὶ Ἡράκλειον ἄριστον
βριθὺ Σινωπίτου Διογένευς ῥόπαλον,
καὶ τὸ χύδην ῥυπόεντι πίνῳ πεπαλαγμένον ἔσθος
διπλάδιον, κρυερῶν ἀντίπαλον νιφάδων,
ὅττι τεοῖς ὤμοισι μιαίνεται˙ ἦ γὰρ ὁ μέν που
οὐράνιος, σὺ δ' ἔφυς οὑν σποδιῇσι κύων.
ἀλλὰ μέθες, μέθες ὅπλα τὰ μὴ σέθεν˙ ἄλλο λεόντων,
ἄλλο γενειητῶν ἔργον ὄρωρε τράγων.