I C 99

I C 99 MAXIM. TYR. philosoph. I 9:
καὶ ὅτι μὲν πένης ἦν ὁ Σωκράτης, ὁ πένης εὐθὺς μιμήσεται τὸν Σωκράτην˙ ὡς ὠνάμεθα, ὄτι μὴ καὶ οἱ σιμοὶ καὶ οἱ προγάστορες ἀμφισβητοῦσιν φιλοσοφίας˙ ὅτι δὲ Σωκράτης οὐκ ἐπὶ τοὺς πένητας ὠθεῖτο μόνον, ἀλλὰ καὶ ἐπὶ τοὺς πλουσίους καὶ τοὺς ἐνδόξους καὶ τοὺς εὐγενεστάτους, διαμέμνηται οὐδείς. ἡγεῖτο γὰρ, οἶμαι, ὁ Σωκράτης Αἰσχίνου μὲν φιλοσοφήσαντος καὶ Ἀντισθένους ὄνασθαι ἂν ὀλίγα τὴν Ἀθηναίων πόλιν˙ μᾶλλον δὲ μηδένα τῶν τότε, πλὴν ἡμῶν τῶν ἔπειτα, κατὰ τὴν μνήμην τῶν λόγων˙ εἰ δὲ Ἀλκιβιάδης ἐφιλοσόφει, ἢ Κριτίας, ἢ Κριτόβουλος, ἢ Καλλίας, οὐδὲν ἂν τῶν δεινῶν τοῖς τότε Ἀθηναίοις ξυνέπεσεν˙