V H 100

V H 100 Epist.13 (Εὐμόλπῳ):
ἄδοξος στολὴ Διογένειος, ἀλλ' ἀσφαλής, καὶ πιστότερος ὁ χρώμενος αὐτῇ τῶν τὰ Καρχηδονίων φορούντων˙ καὶ λιτὸς ὁ βίος, ἀλλ' ὑγιεινότερος τοῦ Περσικοῦ˙ καὶ ἐπίπονος ἡ διαγωγή, ἀλλ' ἐλευθεριωτέρα τῆς Σαρδαναπάλλου. ὥστε εἰ κρεῖττον τὸ ἀσφαλὲς τῆς Καρχηδονίας στολῆς καὶ ὑγίεια τοῦ λαμπροῦ βίου καὶ ἐλευθερία τῆς ἐπονειδίστου διαγωγῆς, καὶ ἡ ταῦτα φιλοσοφία ποιοῦσα τῶν πάντων ἐστὶ κρείττων, καὶ εἰ μὴ ἡ κατ' ἄλλους, ἀλλ' ἡ κατὰ Διογένην τὸν εὑρόμενον τὴν σύντομον ὁδὸν ἐπ' εὐδαιμονίαν.