VI A 101

VI A 101 SOCRATIC. EPIST. X
(Αἰσχίνης Ἀριστίππῴ): ἔγραψα μὲν καὶ Πλάτωνι παρακαλῶν, ὅπως διαπράξησθε σωθῆναι τοὺς Λοκροὺς νεανίσκους, καὶ σοὶ δὲ τὰ αὐτὰ ἐπιστέλλων οὐχ ἁμαρτάνειν οἶμαι˙ ποιήσεις γὰρ ἄσμενος. οἶσθα δὲ τὴν πρὸς αὐτούς μοι ἑταιρείαν καὶ ὅτι Διονύσιος ἐξηπάτηται ὡς ἀδικούντων αὐτῶν ἔχων δόξαν. ἤδη πειρῶ τοῦτο ποιῆσαι θᾶττον. ἔρρωσο.