I C 101

I C 101 ATHEN. V 217 E-218 A:
Περικλῆς δ' ἀποθνῄσκει κατὰ τὸ τρίτον ἔτος τοῦ Πελοποννησιακοῦ πολέμου ἄρχοντος Ἐπαμείνονος, ἐφ' οὗ τελευτᾷ ..... Περδίκκας καὶ τὴν βασιλείαν Ἀρχέλαος διαδέχεται. πῶς οὖν [4] νεωστὶ κατὰ Πλάτωνα τελευτᾷ Περικλῆς; ἐν δὲ τῷ αὐτῷ Γοργίᾳ ὁ Πλάτων τὸν Σωκράτη ποιεῖ λέγοντα "καὶ πέρυσιν βουλεύειν λαχών, ἐπειδὴ ἡ φυλὴ ἐπρυτάνευε καὶ ἔδει με ἐπιψηφίζειν, γέλωτα παρεῖχον καὶ οὐκ ἠδυνάμην ἐπιψηφίσαι." τοῦτο ὁ Σωκράτης οὐ κατὰ ἀδυναμίαν ἐποίησεν, ἀλλὰ μᾶλλον κατὰ ἀνδραγαθίαν˙ οὐ γὰρ ἠβούλετο λύειν δημοκρατίας νόμους. παρίστησι δὲ τοῦτο σαφῶς ὁ Ξενοφῶν ἐν πρώτῳ Ἑλληνικῶν ἐκτιθεὶς οὕτως˙ [cf., supra, I C 100] "τῶν δὲ πρυτάνεών τινων οὐ φασκόντων προθήσειν τὴν διαψήφισιν παρὰ τοὺς νόμους, (218) αὖθις Καλλίξεινος, ἀναβὰς κατηγόρει αὐτῶν. οἳ δὲ ἐβόων καλεῖν τοὺς οὐ φάσκοντας˙ οἱ δὲ πρυτάνεις φοβηθέντες ὡμολόγουν ἅπαντες προθήσειν πλὴν Σωκράτους τοῦ Σωφρονίσκου. οὗτος δὲ οὐκ ἔφη, ἀλλὰ κατὰ τοὺς νόμους πάντα ποιήσειν." οὗτός ἐστιν ὁ διαψηφισμὸς ὁ γενόμενος κατὰ τῶν περὶ Ἐρασινίδην στρατηγῶν, ὅτι τοὺς ἐν Ἀργινούσσαις ἐν τῇ ναυμαχίᾳ ἀπολομένους οὐκ ἀνείλοντο. ἐγένετο δὲ ἡ ναυμαχία ἐπὶ ἄρχοντος Καλλίου, τῆς Περικλέους τελευτῆς ὕστερον ἔτεσιν εἴκοσι καὶ τέτταρσιν.