V H 102

V H 102 Epist. 15 (τοῖς ἑταίροις):
φεύγετε μὴ μόνον τὰ τέλη τῶν κακῶν, ἀδικίαν καὶ ἀκρασίαν, ἀλλὰ καὶ τὰ τούτων ποιητικά, τὰς ἡδονάς˙ μόναις γὰρ ταύταις καὶ παρούσαις καὶ ἐλπιζομέναις ἐνατενιεῖτε, ἄλλῳ δὲ οὐδενί. καὶ διώκετε μὴ μόνον τὰ τέλη τῶν ἀγαθῶν, ἐγκράτειαν καὶ καρτερίαν, ἀλλὰ καὶ τὰ τούτων ποιητικά, τοὺς πόνους, καὶ μὴ διὰ τὸ τραχὺ αὐτῶν φεύγετε˙ οὐ γὰρ μεγάλῳ τινὶ ἀντικαταλλάξετε κρείττω, ἀλλ' ὅσῳ γε χάλκεα χρυσείων πόνων πρὸς ἀρετήν.