VI A 102

VI A 102 SOCRATIC. EPIST. XIV
(Αἰσχίνης Ξενοφῶντι): (1) ἤδη μὲν οἱ περὶ Γρύλλον τὸν παῖδά σου τὸν Γέταν παρὰ σὲ ἐπεπόμφεσαν ἅπαντα ἀπαγγελοῦντα τὰ περὶ Σωκράτην, ἃ ἐγένετο ἔν τε τῇ δίκῃ καὶ τῷ θανάτῳ αὐτοῦ. ἔδει μέντοι καὶ ὧδε τὴν τύχην κωλύμην τινὰ ποιήσασθαι, ὥστε μηδὲ σὲ τυχεῖν Ἀθήνησιν, εἶναι δὲ περὶ Λακεδαίμονα. πῶς ἂν οὖν, ὦ Ξενοφῶν, τὴν μιαρίαν τοῦ βυρσοδέψου Ἀνύτου γράφοιμι τήν τε Μελήτου τόλμαν καὶ τὸ θράσος αὐτοῖν; τούτω γὰρ τὼ μιαρωτάτω ἄνδρε μέχρι τελευτῆς τῶν πραγμάτων παρεμεινάτην πονηρώ καὶ ἡμῶν οἰομένων αὐτοὺς τὰς τέχνας αὐτοῖν αἰσχυνθέντας καταθέσθαι ἔτι μᾶλλον ἐχώρησαν τοῦ κακὰ ἡμῖν παρέχειν. (2) καὶ εἴπερ Μέλητος ἐν τῷ δικαστηρίῳ οὐδὲν ἴδιον εἶχε †, κακοδαίμων ἦν ἄνθρωπος. ἦν μὲν γὰρ ἡ ῥίζα τῆς γραφῆς Ἄνυτος, δι' ὧν Σωκράτης ἔλεγεν αὐτὸς ἐν τοῖς νέοις ἄρρητα εἶναι τὰ περὶ βύρσας, ὁπότε διαλέγοιτο καὶ κατασκευάζοι περὶ τοῦ ἐπιστήμην ἔχοντας προσιέναι <ἐν> τούτοις τοῖς πράγμασιν, οἷς προσίασιν. †οὕτως οἱ ἐπαγγελλόμενοι ὁτιοῦν πράττειν . . ἀκουμενὸν τὸν μαθόντα τὰ ἰατρικὰ καὶ τὰ μουσικὰ Δάμωνά τε καὶ Κόννον τὸν Μητροβίου. οὐ γὰρ ᾐδεῖτο, οἶμαι, ὡς μὴ ἐργασάμενος αὐτά, ὁπόταν οἱ υἱεῖς αὐτοῦ ἀκροασάμενοι Σωκράτους . .† ἄχρι νῦν οὔτε τὸ βῆμα αὐτὸν τρέφειν . . οὐ κατατετόλμηται . . . καὶ δὴ ἐξηρτήσατο αὑτοῦ ἄλλην τέχνην . . κἂν πολλάκις περικρύπτηται περιθέμενος τὴν Ἅιδου κυνῆν ἢ τὸν Γύγου δακτύλιον καὶ δίκας γράφηται τοῖς ἐν τῇ πόλει˙ ζῇ γὰρ ἀπὸ βυρσοδεψικῆς. † (3) τὸ μὲν οὖν ὄνομα, ὥσπερ ἔφην, ἦν Μελήτου τοῦ μαθητοῦ αὐτοῦ καὶ διακόνου ἅμα˙ οὗτος γὰρ ὥσπερ ἐν τραγῳδίᾳ ὑπεκρίνατο Μενοικέα τὸν φιλόπολιν, ἀφ' οὗ ἠγανάκτει, ὡς ἡ πόλις ἀδικοῖτο ὑπὸ τούτων [ἡ] αὐτή. ὁ δὲ λόγος ὁ ἄθλιος ἤθελέ σε εἶναι ἐνθάδε καὶ ἐγέλασας ἂν ἐν ταῖς συμφοραῖς˙ ἦν δὲ Πολυκράτους τοῦ λογογράφου˙ ὃν ἐκεῖνος ὥσπερ ἐν διδασκάλου παῖδες τὰς ῥήσεις λέγοντες ἀναβὰς ὁπότε κατηγόρει ἐδεδίει τε καὶ ἀπεστρέφετο καὶ ἐπελανθάνετο, καὶ ἄλλοι αὐτῷ ὑπέβαλλον, καθότι καὶ Καλλιππίδῃ τῷ ὑποκριτῇ, καὶ κακὸν κακῶς ἄνω τε καὶ κάτω αὑτόν τε καὶ τὸ σύγγραμμα ἐπιτρίψας κατέβη. (4) Σωκράτης δὲ πάντα μᾶλλον ἐνενοήθη τότε ἢ ἀγῶνα ὅτι ἀγωνίζοιτο τοσοῦτον˙ καί -ὁποῖον γὰρ, αὐτὸς οἶδας -μειδιάσας βλοσυρόν τε καὶ μεμιγμένον γέλωτι ἐκεῖνα εἶπεν, ἅ σοι οἱ υἱεῖς γράψαντες ἔπεμψαν. οἵ τε δικασταὶ τότε μὲν κρατούμενοι ὑπὸ τοῦ ἐργαστηρίου παντὸς τοῦ ἔξωθεν περιεστῶτος ὅμως ὑποτιμήσασθαι ἔλεγον˙ ὃ δὲ μάλα θαρραλέως˙ "τῆς ἐν Πρυτανείῳ σιτήσεως ὑποτιμῶμαι ταύτην τὴν δίκην" φησίν. οἳ δὲ ἐπέφυσαν τότε δὴ μᾶλλον˙ καὶ γὰρ ἀπολογουμένου <αὐτοῦ> δέος ἐποιοῦντο, μὴ ἀποφύγοι. κἂν ἀπέφυγε Σωκράτης˙ νῦν δὲ οὔτε κολακείαν οὔτε δέησιν ᾤετο δεῖν προσάγειν τινὰ αὐτοῖς, ἀλλὰ τἀληθῆ καὶ δίκαια λέγειν˙ οὕτω γὰρ ἀπολογούμενος εἰ ἑάλω, μὴ αὐτὸς ᾤετο ἀδικήσειν, τοὺς μέντοι καταψηφισαμένους αὐτοῦ, (5) εἰ μέντοιγε ποιήσας καὶ εἰπὼν ἀνάξια ἑαυτοῦ καὶ φιλοσοφίας ἀπολυθείη, ἀνδραπόδου βίον ἔφη βιώσειν ἐπαράτου˙ ἄλλως τε καὶ γῆρας αὐτῷ ἔφη ὑποκεῖσθαι καὶ τὸ ζῆν μὴ κρεῖττον αὐτῷ ἔσεσθαι τὸ ἔπειτα, ἀλλὰ κάκιον, κἂν ἀπολυθείη, οὔτε κρεῖττον ἰδεῖν ἢ ἀκοῦσαι ἔτι δύναιτο, ὥστε κατὰ θεὸν αὐτῷ ἐδόκει ἤδη παρεῖναι ὁ θάνατος. καὶ καταψηφισθεὶς γελῶν ἐξῄει καὶ τὸν χρόνον τὸν ἐν τῷ δεσμωτηρίῳ μᾶλλον ἥδετο ἡμῖν διαλεγόμενος ἢ ὁπότε οὐδέπω αὐτὸν ἐγέγραπτο Μέλητος οὐδὲ ἐνεπεπτώκει εἰς τὸ δεσμωτήριον. ἔλεγε δὲ διότι τὸ οἴκημα ἔνθα ἦν καὶ τοὺς δεσμοὺς ἀναγκάζειν αὐτὸν φιλοσοφεῖν˙ "ἀεὶ μὲν γάρ τοι πρός τινων, ἔφασκεν, ἐν ἀγορᾷ περιειλκόμην". (6) καὶ τοιαῦτα καὶ τοσαῦτα καὶ οὕτως ἡμῖν διελέγετο, ὥστε ἐπιλανθάνεσθαι πολλάκις, ὅτι ἐνεπεπτώκει, καὶ προσπίπτειν λόγοις καὶ φωναῖς τοιαύταις, αἳ οὐκ ἂν λεχθεῖεν ἐν συμφοραῖς˙ εἶτα δὲ ἀναμιμνησκομένους εἰς αὑτοὺς ἐπιτιμᾶν ἡμῖν αὐτοῖς τῆς ἀμνημοσύνης ἕκαστον ἑκάστῳ τῶν παρόντων˙ τὸν δὲ ὑποτοπάζοντα τὸ γινόμενον ἡμῖν πάθος διασκοπεῖν καὶ λέγειν, ὡς οὐ μέλει ἡμῖν, εἰ αὐτίκα τεθνήξοιτο, ὅτι οὕτω γελῷμεν. καὶ ἐπιλαβόμενος αὖ Κρίτωνα˙ "ὦ μῶρε," ἔφη, "νῦν γὰρ θάνε καὶ Ὀλύμπια καὶ πᾶσα πανήγυρις, ἐπειδὴ ἀποδημεῖν μέλλομεν εἴς τι χωρίον κρεῖττον καὶ τούτου τεθανατωμένοι ὡς πρὸς τὴν ἀλήθειαν." (7) ἑτέρους τε λόγους καὶ πολλοὺς καὶ καλοὺς πρὸς Κέβητα καὶ Σιμμίαν τὼ Θηβαίω διελέχθη˙ ὅτι εἴη ἡ ψυχὴ ἀθάνατος, καὶ ὅτι οἱ τῆς φρονήσεως ἐπιμεληθέντες εἰς χῶρον τῶν θεῶν ἀπίασι καὶ οὐδὲν δεινὸν ἐν τῷ λεγομένῳ θανάτῳ πάσχουσιν˙ ὥσθ' ἡμᾶς μὴ οἷον κλαίειν Σωκράτην, ὅτι μέλλει ἀποθνήσκειν, ἀλλὰ φθονεῖν αὐτῷ ἡμᾶς δὲ αὐτοὺς κλαίειν, ὅτι ζῶμεν τητώμενοι τοσούτου ἀγαθοῦ τῇ ἀληθείᾳ. ἀποδημίαν γὰρ ἔλεγε τὸ χρῆμα τοῦτο καὶ Εὐηνὸν τὸν ποιητὴν παρεκάλει δι' ἡμῶν, εἰ εὖ γινώσκοι, ἰέναι θᾶττον παρ' αὐτόν, ἐπειδὴ φιλόσοφός ἐστι διὰ τὴν ποίησιν. (8) τὸν γὰρ φιλόσοφον μηδὲν ἄλλο ποιεῖν ἢ θανατᾶν, ἐπειδὴ τῶν τοῦ σώματος αἰτημάτων καταφρονεῖ μὴ δουλούμενος ταῖς τοῦ σώματος ἡδοναῖς˙ τοῦτο δὲ μηδὲν ἕτερον εἶναι ἢ ψυχῆς ἀπόστασιν ἀπὸ σώματος˙ τὸν δὲ θάνατον μηδὲν ἕτερον εἶναι ἢ ψυχῆς αὖ πάλιν ἀπόστασιν ἀπὸ σώματος. τούτῳ γὰρ δὴ καὶ μάλα τις πειθήνιος ἐγίνετο˙ ἐξηπάτα γὰρ ἡμᾶς τούτοις τοῖς λόγοις, οἶμαι, ἵνα μὴ κλαίωμεν ὡς ἐν κακῷ ἐσομένου αὐτοῦ˙ σχεδὸν δέ τι καὶ ἀληθεῖς ἦσαν οἱ λόγοι. εἶτα δὴ ἐτελεύτα ποιήσας ἡμέρας τριάκοντα διὰ τὸ πλοῖον τὸ εἰς Δῆλον πεμπόμενον κατ' ἔτος˙ οὐ γὰρ ἀφῖκτο ἐπὶ πολλὰς ἡμέρας, καὶ οὐκ ἦν τινὰ τελευτᾶν δημοσίᾳ ὥσπερ οἶσθα˙ ἱεραὶ γὰρ ἦσαν. (9) τῶν δὲ φίλων παρῆμεν αὐτῷ τελευτῶντι ἐγὼ καὶ Τερψίων καὶ Ἀπολλόδωρος καὶ Φαίδων καὶ Ἀντισθένης καὶ Ἑρμογένης καὶ Κτήσιππος˙ Πλάτων δὲ καὶ Κλέομβροτος καὶ Ἀρίστιππος ὑστέρουν˙ ὁ μὲν γὰρ Πλάτων ἐνόσει, τὼ δὲ ἑτέρω περὶ Αἴγιναν ἤστην. ὡς δ' ἔπιε τὸ φάρμακον, ἐπέστελλεν ἡμῖν τῷ Ἀσκληπίῳ θῦσαι ἀλεκτρυόνα˙ ὀφείλειν γὰρ αὐτῷ κατ' εὐχήν τινα, ὁπότε ἠσθένει ἀφικόμενος ἀπὸ τῆς ἐπὶ Δηλίῳ μάχης. δακρύσαντες οὖν μετά τινος θαυμασμοῦ ἐκκομίζοντες αὐτὸν κατεθάπτομεν, ὡς τότε ὁ καιρὸς ἐδίδου καὶ αὐτὸς ἐβούλετο˙ (10) οὐδὲ γὰρ πρόνοιάν τινα ἡμῖν ἐπέστειλε ποιήσασθαι τοῦ σώματος˙ εἶναι γὰρ αὐτὸ ἄτιμον καὶ μηκέτι χρήσιμον τῆς ψυχῆς αὐτὸ ἐγκαταλιπούσης. ὅμως δ' οὖν ἡμεῖς εἰς τὸ δυνατὸν καὶ τῆς συμφορᾶς ὑπερείδομεν καὶ τῶν λόγων παρηκούσαμεν καὶ ὡς οἷόν τ' ἦν ἐκαλλωπίσαμεν αὐτὸν λούσαντες καὶ τοῖς τριβωνίοις ἀμφίσχοντες, καὶ πρεπόντως θάψαντες ἀπῇμεν. ταῦτ' ἦν τὰ περὶ Σωκράτην καὶ ἡμᾶς, ὦ Ξενοφῶν. καὶ σοὶ δὲ ἡ στρατεία ἦν τὸ μέγα ἐμπόδιον, ἐπεὶ ἦσθα ἂν σὺν ἡμῖν θεραπεύων Σωκράτην ζῶντά τε καὶ τελευτῶντα.