VI A 103

VI A 103 SOCRATIC. EPIST. XXIII (Αἰσχίνης Φαίδωνι):
(1) ὁπότε ἐγενόμην ἐν Συρακούσαις εὐθέως κατὰ τὴν ἀγορὰν Ἀριστίππῳ ἐνέτυχον˙ ὃ δὲ λαβόμενός μου τῆς δεξιᾶς παραχρῆμα μηδὲν μελλήσας εἰσάγει παρὰ Διονύσιον καί φησιν˙ ὦ Διονύσιε, εἴ τις ἀφίκοιτο παρὰ σέ, ἵνα σε ἄφρονα ποιήσειε, ἆρ' οὗτος οὐχὶ κακά σε ἐργάζεται; εὐθέως ὡμολόγει ὁ Διονύσιος. τί οὖν, ἔφη ὁ Ἀρίστιππος, σὺ τοῦτον ἂν ἐργάσαιο; τὰ κάκιστά γε, ἔφη. τί δ', εἴ τις, ἔφη, ἀφίκοιτό σε φρόνιμον ποιῆσαι, ἆρά γε οὐχὶ οὗτος ἂν ἀγαθά σε ἐργάζοιτο; πάλιν οὗν ὁμολογήσαντος τοῦ Διονυσίου, καὶ μήν, ἔφη, οὗτος Αἰσχίνης τῶν Σωκράτους γνωρίμων ἥκει φρόνιμόν σε ποιῆσαι ὥστε καὶ ἀγαθά σε ἐργάζοιτο ἄν˙ εἰ δὲ ταῦτα δικαιοῖς, ἅτινα ὡμολόγησάς μοι ἐν τῷ λόγῳ, Αἰσχίνην εὖ ποίει. (2) κἀγὼ ὑπολαβὼν ἔφην˙ ὦ Διονύσιε, ἑταιρικόν τι καὶ θαυμαστὸν ποιεῖ Ἀρίστιππος οὗτος οὕτω συλλαμβάνων μοι˙ ἡμῖν δὲ οὐ τοσαύτη ἐστὶ σοφία, ἀλλ' ὁπόση μὴ ἀδικῆσαί τινας ἐν τῇ συνουσίᾳ. ἀγάμενος δέ τοῦ εἰρημένου ἔφη ὁ Διονύσιος καὶ Ἀρίστιππον ἐπαινεῖν τῶν εἰρημένων καὶ ἐμὲ εὖ ποιήσειν, ἅτινα ὡμολόγησεν ἐν τῷ πρὸς Ἀρίστιππον λόγῳ. οὗτος οὖν ἤκουσεν ἡμῶν τοῦ Ἀλκιβιάδου καὶ ἡσθείς ὡς ἐφαίνετο παρεκάλει καὶ εἴ τινες ἄλλοι εἰσὶν ἡμῖν τῶν διαλόγων ἀναπέμψαι. ὑπισχνούμεθα οὖν ταῦτα ἡμεῖς, ὦ ἄνδρε φίλω τε καὶ ἑταίρω, ἀφιξόμεθά τε διὰ ταχέων. ἀναγινώσκοντος δέ μου παρῆν Πλάτων - ὀλίγου δέω ἔλαθον γράψαι ὑμῖν - καὶ ἐδόκει αὐτῷ ἰδίᾳ περὶ ἐμοῦ διαλέγεσθαι διὰ τὸν Ἀρίστιππον. (3) ἔφη γάρ μοι ὡς τοῦ Διονυσίου ἀπηλλάγη˙ ὦ Αἰσχίνη, τούτου παρόντος τοῦ ἀνθρώπου - ἔλεγε τὸν Ἀρίστιππον - οὐδὲν οὐδαμῆ ἔγωγε ῥᾳδίως ἐθέλω λαλεῖν. Διονύσιος μέντοι μαρτυρήσει μοι, ἅτινα ἐγὼ εἶπον περὶ σοῦ. καὶ ὁ Διονύσιος τῇ ὑστεραίᾳ ἐν τῷ κήπῳ πόλλ' ἄττα ἐμαρτύρει τῷ Πλάτωνι ὡς εἰρηκότι περὶ ἐμοῦ. τῆς μέντοι παιδιᾶς τῆς πρὸς ἀλλήλους - παιδιὰν γὰρ αὐτὸ χρὴ λέγειν - παρεκάλουν αὐτοὺς παύσασθαι τόν τε Ἀρίστιππον καὶ τὸν Πλάτωνα διὰ τὴν πρὸς τοὺς πολλοὺς δόξαν. οὐ γὰρ καταγελαστότερα ἔτι ἔχοιμεν ἂν, ἄλλ' ἄττα πράττοντες [ἢ] τοιαῦτα ἐπιδεικνύμενοι.