I C 103

I C 103 AELIAN. var. hist. III 17:
ἐπολιτεύσαντο οὖν καὶ φιλόσοφοι [.....] Σωκράτης δὲ τῇ μὲν Ἀθηναίων πολιτείᾳ οὐκ ἠρέσκετο˙ τυραννικὴν γὰρ καὶ μοναρχικὴν ἑώρα τὴν δημοκρατίαν οὖσαν, καὶ διὰ ταῦτα οὔτε ἐπεψήφισεν Ἀθηναίοις τὸν τῶν δέκα στρατηγῶν θάνατον, ἀλλ' οὐδὲ τοῖς τριάκοντα ἐκοινώνει τῶν ἀσεβημάτων. ἔνθα δὲ ἐχρῆν ὑπὲρ τῆς πατρίδος ἀγωνίζεσθαι, [6] ἀλλ' ἐνταῦθά γε ἀπροφάσιστος ἐκεῖνος στρατιώτης ἦν. ἐστρατεύσατο γοῦν [7] ἐπὶ Δηλίῳ καὶ ἐς Ἀμφίπολιν καὶ ἐς Ποτίδαιαν.