V H 103

V H 103 Epist. 16 (τοῖς ἑταίροις):
ἡ μὲν κυνικὴ φιλοσοφία ἐστὶν ἡ [2] Διογένειος, ὁ δὲ κύων ὁ κατὰ ταύτην πονῶν, τὸ δὲ κυνίζειν τὸ συντόμως φιλοσοφεῖν. ὥστε μὴ φοβεῖσθε τὸ ὄνομα, μηδὲ διὰ ταῦτα φεύγετε τὸν τρίβωνα καὶ τὴν πήραν, τὰ θεῶν ὅπλα˙ συντόμως γὰρ ἐκφέρεται τοῖς διὰ τὸ ἦθος τιμίοις. ὥσπερ οὖν, εἰ ἀγαθοί, οὐκ ἂν κακοὶ λεγόμενοι ἠσχάλλετε, οὕτως μηδὲ νυνί, ὅτε καὶ τὸ φιλοσοφεῖν συντόμως κυνίζειν λέγεται καὶ ὁ ὧδε φιλοσοφῶν κύων καὶ ἡ φιλοσοφία κυνική˙ δόξα γὰρ τὸ ὅλον τοῦτο. δόξῃ δὲ καὶ ἀδοξίᾳ δουλεύειν, καὶ τοῦτ' ἐν σκιαῖς, ὥς φασι, τοῖς ὀνόμασι, πάντων χαλεπώτατον. πειρᾶσθε οὖν καὶ τούτων καὶ τῶν ὁμοίων καταφρονεῖν.