V B 104

V B 104 STOB. III 6, 36:
ὁ Διογένης τοὺς πολλοὺς ἔφασκεν ζῶντας μὲν ἑαυτοὺς σήπειν λουτροῖς τέγγοντας καὶ ἀφροδισίοις τήκοντας, ἀποθνῄσκοντας δ' ἐν θυμιάμασι τὸ σῶμα κελεύειν ἀποτίθεσθαι, τοὺς δ' ἐν μέλιτι, ὑπὲρ τοῦ μὴ ταχέως κατασαπῆναι.