V H 104

V H 104 Epist. 17 (τοῖς αὐτοῖς):
οἱ μὲν ἰατροὶ μίαν ἔγραψαν κοιλιακὴν διάθεσιν, ἣν ἔλεγον ποιεῖν ἀπεψίαν, Διογένης δὲ ἑτέραν, ἣν ἔλεγε ποιεῖν λιμόν. ἀλλ' ἐπὶ τῇ προτέρᾳ φάρμακον αἰτεῖν παρὰ τῶν ἰατρῶν οὐκ ἄδοξον, ἀλλὰ τῇ ἑτέρᾳ. ὥστε διὰ τοῦτο καταφρονεῖτε τῶν τοιαῦτα αἰσχρὰ λεγόντων καὶ ἄδοξα, καὶ αἰτεῖτε κατ' ἴσον τὴν μᾶζαν τοῖς καταποτίοις˙ οὐ γὰρ αἰσχρὸν τὸ αἰτεῖν, ἀλλὰ τὸ μὴ παρέχειν ἑαυτὸν ἄξιον τοῦ διδομένου. * * ἔστι δὲ τὸ δι' ἀπεψίαν ἢ λιμὸν ἐπὶ ῥᾴστων * * ἣ μὲν γὰρ γίνεται διὰ γαστριμαργίαν παρὰ κακίας, ἣ δὲ δι' ἔνδειαν παρ' ἀπορίας.