I C 104

I C 104 DIODOR. SIC. XIV 5, 1-3:
παρελθόντων δὲ τῶν ὑπηρετῶν καὶ ἀποσπώντων αὐτόν, ὁ μὲν Θηραμένης ἔφερε γενναίως τὴν ἀτυχίαν, ἅτε καὶ φιλοσοφίας ἐπὶ πλεῖον μετεσχηκὼς παρὰ Σωκράτει, τὸ δὲ λοιπὸν πλῆθος ἠλέει δυστυχοῦντα τὸν Θηραμένη, οὐ μὴν ἐτόλμα βοηθεῖν, περιεστώτων πολλῶν μετὰ ὅπλων. Σωκράτης δὲ ὁ φιλόσοφος καὶ δύο τῶν οἰκείων προσδραμόντες ἐνεχείρουν κωλύειν τοὺς ὑπηρέτας. ὁ δὲ Θηραμένης ἠξίου μηδὲν τούτων πράττειν˙ τὴν μὲν γὰρ φιλίαν καὶ τὴν ἀνδρείαν ἔφησεν αὐτῶν ἐπαινεῖν, ἑαυτῷ δὲ μεγίστην συμφορὰν ἔσεσθαι, εἰ τοῖς οὕτως οἰκείως διακειμένοις αἴτιος ἔσται θανάτου. οἱ δὲ περὶ τὸν Σωκράτην, τῶν μὲν ἄλλων οὐδένα βοηθὸν ἔχοντες, τὴν δὲ τῶν ὑπερεχόντων ἀνάτασιν ὁρῶντες αὐξανομένην, ἡσυχίαν ἔσχον.