V H 105

V H 105 Epist. 18 (τοῖς νεανίσκοις):
ἐθίζεσθε ψυχρῷ λούεσθαι καὶ πίνειν ὕδωρ καὶ ἐσθίειν μὴ ἀνιδρωτὶ καὶ ἀμπέχεσθαι τρίβωνα καὶ κατατρίβεσθαι ἐπὶ γῆς, καὶ οὐδέποτε ὑμῖν κλεισθήσεται τὰ βαλανεῖα, αἱ δ' ἄμπελοι καὶ τὰ πρόβατα ἀφορήσει καὶ τὰ ὀψοπώλια καὶ κλινοπώλια πενητεύσει ὥσπερ τοῖς μεμαθηκόσι θερμῷ μὲν λούεσθαι, πίνειν δ' οἶνον καὶ ἐσθίειν μὴ πονήσαντας καὶ ἀμπέχεσθαι ἁλουργῆ καὶ ἀναπαύεσθαι ἐπὶ κλίνης.