V H 106

V H 106 Epist. 19 (Πατροκλεῖ):
μὴ λέγε τὸν Ὀδυσσέα πατέρα τῆς κυνικῆς τὸν πάντων μαλακώτατον ἑταίρων καὶ τὴν ἡδονὴν ὑπὲρ πάντα πρεσβεύοντα, ὅτι ποτὲ τὰ τοῦ κυνὸς ἐνεδύσατο˙ οὐ γὰρ ἡ στολὴ ποιεῖ κύνα, ἀλλ' ὁ κύων στολήν, ὅπερ οὐκ ἦν Ὀδυσσεύς, ἡττώμενος μὲν ἀεὶ ὕπνου, ἡττώμενος δὲ ἐδωδῆς, ἐπαινῶν δὲ τὸν ἡδὺν βίον, πράττων δὲ οὐδὲν οὐδέποτε ἄνευ θεοῦ καὶ τύχης, αἰτῶν δὲ πάντας καὶ τοὺς ταπεινούς, λαμβάνων δ' ὁπόσ' ἄν τις χαρίσαιτο. λέγε δὲ Διογένη τὸν μὴ ἅπαξ κυνικὴν στολὴν ἐνδυσάμενον, ἀλλὰ τὸν ὅλον βίον κρείττω καὶ πόνου καὶ ἡδονῆς, τὸν ἀπαιτοῦντα καὶ οὐκ ἐκ τοῦ ταπεινοῦ, τὸν τἀναγκαῖα πάντα προϊέμενον, τὸν ἐφ' ἑαυτῷ θαρροῦντα, τὸν μηδέποτε εὐχόμενον ἐλεεινὸν ἐς τιμὰς ἐλθεῖν, ἀλλὰ σεμνὸν καὶ τῷ λόγῳ πιστεύοντα καὶ οὐ δόλῳ οὐδὲ τόξῳ, τὸν οὐκ ἐπὶ τῷ ἀποθανεῖν καρτερικόν, ἀλλ' ἐπὶ τῷ τὴν ἀρετὴν ἀσκῆσαι ἀνδρεῖον˙ καὶ ἐξέσται σοι μὴ τὸν Ὀδυσσέα ζηλοῦν, ἀλλὰ τὸν Διογένη, τὸν πολλοὺς καὶ ὅτε ἔζη ἐξελόμενον ἐκ κακίας εἰς ἀρετὴν καὶ ὅτε τέθνηκε δι' ὧν κατέλιπεν ἡμῖν λόγων.