IV A 107

IV A 107 DIOG. LAERT. II 79-80:
διατρίβων [scil. Aristippus] ἐν Ἀσίᾳ καὶ ληφθεὶς ὑπὸ Ἀρταφέρνου τοῦ σατράπου πρὸς τὸν εἰπόντα, "καὶ ὧδε θαρρεῖς;" "πότε γάρ," εἶπεν, "ὦ μάταιε, θαρρήσαιμι ἂν μᾶλλον ἢ νῦν, ὅτε μέλλω Ἀρταφέρνῃ διαλέξεσθαι;" τοὺς τῶν ἐγκυκλίων παιδευμάτων μετασχόντας, φιλοσοφίας δὲ ἀπολειφθέντας ὁμοίους ἔλεγεν εἶναι τοῖς τῆς Πηνελόπης μνηστῆρσι˙ καὶ γὰρ ἐκείνους Μελανθὼ μὲν καὶ Πολυδώραν καὶ τὰς ἄλλας θεραπαίνας ἔχειν, πάντα δὲ μᾶλλον ἢ αὐτὴν τὴν δέσποιναν δύνασθαι γῆμαι. τὸ δ' ὅμοιον καὶ Ἀρίστων [fr. 349 S.V.F. I p. 78]˙ τὸν γὰρ Ὀδυσσέα καταβάντα εἰς ᾅδου τοὺς μὲν νεκροὺς πάντας σχεδὸν ἑωρακέναι καὶ συντετυχηκέναι, τὴν δὲ βασίλισσαν αὐτὴν μὴ τεθεᾶσθαι. [4 τοὺς τῶν - 8 γῆμαι = ARSEN. p. 116, 15-20].