I C 107

I C 107 ASPAS. in Aristot. eth. nicom. p. 60, 24-30:
ἀμφισβητεῖται γὰρ περὶ τοῦ τοιούτου, πότερον ἑκὼν ἢ ἄκων ποιεῖ, ὅταν ὑπομείνῃ τὰ αἰσχρὰ ἐπὶ σωτηρίᾳ τῶν φιλτάτων ἑαυτῷ παραμελήσας τοῦ καλοῦ˙ ὅπερ οὐκ ἐποίησεν ὁ Σωκράτης, ἀλλὰ τῶν τριάκοντα κελευσάντων ἄγειν ἐπὶ θάνατόν τινα τῶν πολιτῶν Λέοντα ὄνομα, ἵνα δὴ μὴ κοινωνήσῃ αὐτοῖς τῶν πράξεων, καταφρονήσας καὶ τῆς ἑαυτοῦ σωτηρίας καὶ τῶν τέκνων καὶ τῆς γυναικός, οὐχ ὑπηρέτησε τὸ προσταχθὲν διὰ τὸ καλὸν καὶ τὸ δίκαιον.