I C 108

AEL. ARISTID. de rhet. II 335 [ = orat. XLV, II p. 111 D.]:
ἐνθυμοῦμαι δ' ἔγωγε πῶς ἀνέχεσθαι χρὴ ὅτ' Ἀλκιβιάδην μὲν καὶ Κριτίαν Σωκράτει συγγενομένους, οἳ τοσαύτας καὶ τηλικαύτας αἰτίας ἐσχήκασιν καὶ ὑπὸ τῶν πολλῶν καὶ ὑπὸ τῶν ἐπιεικῶν, ὥστε Κριτίου γε οὐδ' ἐπινοῆσαι ῥᾴδιον ἐξωλέστερον, ὃς ἐν τριάκοντα τοῖς πονηροτάτοις τῶν Ἑλλήνων πρῶτος ἦν, τούτους μὲν οὔ φασιν δεῖν ἐν τεκμηρίῳ ποιεῖσθαι ὅτι Σωκράτης τοὺς νέους διέφθειρεν, οὐδ' εἶναι τἀκείνων ἁμαρτήματα οὐδ' ὁτιοῦν πρὸς Σωκράτη τὸν οὐδὲ αὐτὸν ἔξαρνον ὄντα τὸ μὴ οὐ διαλέγεσθαι τοῖς νέοις˙