V H 108

V H 108 Epist. 21 (Μητροκλεὶ τῷ κυνί):
ἕως ἂν φοβῇ τὸν κύνα, τοῦτο προσαγορεύω˙ φαίνει δὲ φοβούμενος ἕως τούτου. καὶ αὐτὸς δ' ἐπιστέλλων ἡμῖν κύνα ἐπέγραψας. καὶ τἄλλα δὲ ὧδε ποιεῖν μαθήσῃ, μὴ φοβεῖσθαι ἐθιζόμενος, μὴ μόνον λογικεύεσθαι˙ μακρὰ γὰρ ἡ διὰ τῶν λόγων ὁδὸς ἐπ' εὐδαιμονίαν, ἡ δὲ διὰ τῶν καθ' ἡμέραν ἔργων μελέτη [6] σύντομος. ἀλλ' οἱ πολλοὶ ἐπὶ τὸ αὐτὸ τοῖς κυσὶν ἱέμενοι ἐπειδὰν ἐπιβλέψωσι τὸ χαλεπὸν αὐτῆς, φεύγουσι τοὺς ἐπιφωνοῦντας. ἀλλὰ διὰ μὲν ταύτην τὴν ὁδὸν τὸν κύνα οὐ γενέσθαι δεῖ, ἀλλὰ γεννηθῆναι˙ φύσει γὰρ ἡ μελέτη μᾶλλον ἀνυσιμωτέρα ἢ ἡ ὁδὸς αὕτη.