[4] Ἀναξιμένης Πυθαγόρῃ

Θαλῆς Ἐξαμύου ἐπὶ γήρως οὐκ εὔποτμος οἴχεται˙ εὐφρόνης, ὥσπερ ἐώθει, ἅμα τῇ ἀμφιπόλῳ προϊὼν ἐκ τοῦ αὐλίου τὰ ἄστρα ἐθηεῖτο˙ καὶ - οὐ γὰρ ἐς μνήμην ἔθετο - θηεύμενος ἐς τὸ κρημνῶδες ἐκβὰς καταπίπτει. Μιλησίοισι μέν νυν ὁ αἰθερολόγος ἐν τοιῷδε κεῖται τέλει. ἡμέες δὲ οἱ λεσχηνῶται αὐτοί τε μεμνώμεθα τοῦ ἀνδρός, οἵ τε ἡμέων παῖδές τε καὶ λεσχηνῶται, ἐπιδεξιοίμεθα δ' ἔτι τοῖς ἐκείνου λόγοις. ἀρχὴ μέντοι παντὸς τοῦ λόγου Θαλῇ ἀνακείσθω.

[4] Ἀναξιμένης Πυθαγόρῃ

"Θαλῆς Ἐξαμύου ἐπὶ γήρως οὐκ εὔποτμος οἴχεται˙ εὐφρόνης, ὥσπερ ἐώθει, ἅμα τῇ ἀμφιπόλῳ προϊὼν ἐκ τοῦ αὐλίου τὰ ἄστρα ἐθηεῖτο˙ καὶ - οὐ γὰρ ἐς μνήμην ἔθετο - θηεύμενος ἐς τὸ κρημνῶδες ἐκβὰς καταπίπτει. Μιλησίοισι μέν νυν ὁ αἰθερολόγος ἐν τοιῷδε κεῖται τέλει. ἡμέες δὲ οἱ λεσχηνευταὶ αὐτοί τε μεμνώμεθα τοῦ ἀνδρός, οἵ τε ἡμέων παῖδές τε καὶ λεσχηνευταὶ, ἐπιδεξιοίμεθα δ' ἔτι τοῖς ἐκείνου λόγοις. ἀρχὴ μέντοι παντὸς τοῦ λόγου Θαλῇ ἀνακείσθω."

[4] Ἀναξιμένης Πυθαγόρῃ

Θαλῆς ἐκ καλοῦ 〈πότμου ἐλθὼν〉 ἐπὶ γήρας οὐκ εὔποτμος οἴχεται˙ εὐφρόνης, ὥσπερ ἔωθεν, ἅμα τῇ ἀμφιπόλῳ [941] προϊὼν ἐκ τοῦ αὐλίου τὰ ἄστρα ἐθηεῖτο˙ καὶ (οὐ γὰρ ἐς μνήμην ἔθετο) θηεύμενος ἐς τὸ κρημνῶδες ἐκβὰς καταπίπτει. Μιλησίοισι μέν νυν ὁ αἰθερολόγος ἐν τοιῷδε κεῖται τέλει. Ἡμέες δὲ οἱ λεσχηνῶται αὐτοί τε μεμνώμεθα [945] τοῦ ἀνδρός, οἵ τε ἡμέων παῖδές τε καὶ λεσχηνῶται, ἐπιδεξιωίμεθα δ' ἔτι τοῖς ἐκείνου λόγοις. Ἀρχὴ μέντοι παντὸς τοῦ λόγου Θαλῇ ἀνακείσθω.