I C 109

I C 109 AEL. ARISTID. de quatt. 433-440 [ = orat. XLVI, II pp. 322-24 D.]:
εἰ δὲ μὴ πάντας ἐφεξῆς ἐπαίδευσεν [scil. Pericles] μηδὲ πάντας ὁμοίους ἀπέδειξεν, ἀλλ' εἰσὶν οἳ καὶ ἐξέφυγον τὴν ἐκείνου βούλησίν τε καὶ δύναμιν, τί θαυμαστὸν, ἢ πῶς ἄν τις νεμεσῴη δικαίως; (434) οὔτοι πάντας γε οὐδ' ὁ [5] Σωκράτης ἐπαίδευσε τοὺς συγγενομένους αὐτῷ, ἀλλὰ κατηγοροῦσι μὲν Κριτίου τοῦ Καλλαίσχρου, κατηγοροῦσι δὲ Ἀλκιβιάδου τοῦ Κλεινίου τῇ τε πόλει τὰ αἴσχιστα βουλεύσασθαι καὶ τὸν ἄλλον βίον ἥκιστα βιῶναι [ἢ] κατὰ Σωκράτη. (435) ἆρ' οὖν τούτου γε ἕνεκα ἠδίκει Σωκράτης, ἢ διὰ τὴν ἐκείνου κακίαν κακὸς αὐτὸς ἦν; ἐγὼ μὲν οὐκ οἶμαι. ἀλλ' ἠδίκουν ἐκεῖνοι μὴ παρέχοντες αὑτοὺς ὁμοίους Σωκράτει μηδὲ τοῖς ἐκείνου πειθόμενοι λόγοις. εἰ μὲν γὰρ ἐν οἷς ἐπείθοντο ἡμάρτανον, Σωκράτους τὸ ἔγκλημα, εἰ δ' ἐν οἷς ἠπείθουν, ἐκείνων. (436) σὺ τοίνυν δι' ὧν αὐτοὺς φῂς οὐκ ἐθέλειν πείθεσθαι Περικλεῖ, διὰ τούτων ἀξιοῖς ἐλέγχειν Περικλέα. καὶ τίς ἂν μεῖζον ὑπὲρ Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Περικλέους ἀπολογήσαιτο ἢ ὅτι πειθόμενοι μὲν ἐκείνοις Ἀθηναῖοι τὰ βέλτιστα ἔπραττον, ὅτε δὲ οὐκ ἤθελον τοῦτο ποιεῖν, τηνικαῦτα ἐξήμαρτον; οὕτως ἐκεῖνοι τὰ βέλτιστα ἔπειθον, Ἀθηναῖοί τε ἀεὶ τὰ βέλτιστα ἂν ἔπραττον, εἰ διὰ τέλους ἐκείνοις ἐπείθοντο. (437) καίτοι Σωκράτει μὲν οἱ βουλόμενοι χρῆσθαι συνῆσαν ὁσημέραι, Περικλεῖ δὲ καὶ τοῖς ἄλλοις ῥήτορσι τρεῖς ἡμέρας ἑκάστου μηνὸς συνῆσαν Ἀθηναῖοι ὡς ἔπος εἰπεῖν δημοσίᾳ. καὶ μὴν ὅτι γε ῥᾷον καὶ δύο καὶ τρεῖς ἢ τοσούτους ὁμοῦ κατέχειν καὶ νέους γ' ἔτι παιδεύειν ὁτιοῦν ἢ προήκοντας καὶ πᾶσαν ἐφεξῆς ἡλικίαν, τίς οὐκ οἶδε τῶν πάντων; ἔτι δὲ Σωκράτης μὲν οὐδὲν ὀχληρὸν δήπου τοῖς ὁμιλοῦσιν αὐτῷ προσέταττεν ἀλλ' ἢ τοσοῦτον ὅσον σωφρονεῖν, Θεμιστοκλῆς δὲ καὶ Περικλῆς καὶ Μιλτιάδης καὶ Κίμων καὶ τῆς πόλεως ἀπεῖναι καὶ τοῖς σώμασι κινδυνεύειν, καὶ πολλὰ δὴ καὶ ταλαιπωρίαν ἔχοντα ἐπέταττον˙ ἐν οἷς οὐκ εἰ μὴ καθάπαξ διεγένοντο θαυμαστόν ἐστιν, ἀλλ' εἰ τοσοῦτον διήρκεσαν. εἶτα Σωκράτη ἀφεὶς τῆς ἐπ' ἐκείνοις αἰτίας, τούτους ἀφ' ὧν ἥμαρτόν τινες ἐξετάζεις; (438) καὶ μὴν τὰ μὲν ἄλλ' ὁποῖα ἄττ' ἀπέβη τῶν ἀνδρῶν ἐκείνων, λέγω Κριτίου καὶ Ἀλκιβιάδου, καὶ ὁπόσων τινῶν αἴτιοι πραγμάτων καὶ τῇ πόλει καὶ τοῖς ἄλλοις Ἕλλησιν κατέστησαν καὶ ποίαν τινὰ τὴν παιδείαν ἐπεδείξαντο τὴν ἑαυτῶν οἱ συγγραφεῖς λέγουσιν˙ ἀλλ' εἰ τοῦτο δοκεῖ Πλάτων ἰσχυρόν τι λέγειν τὸ εἰς αὐτὸν [33] Μιλτιάδην ἐξαμαρτεῖν Ἀθηναίων τινὰς, καὶ Κριτίας αὖ τῷ Σωκράτει ζημίαν ἐπέθηκε, καὶ ταύτην οὐ φαύλην, ἀλλ' ἣν ἥκιστα ἐκεῖνος ἐδέξατο. (439) ἀπεῖπε γὰρ αὐτῷ μὴ διαλέγεσθαι τοῖς νέοις. καίτοι τοῦτο τί ἐστὶν ἀλλ' ἢ ἀτιμία λαμπρά; καὶ ταύτης τῆς ἀγνωμοσύνης ἔπεισε καὶ τοὺς ἄλλους μετασχεῖν, ὅσοι μετ' αὐτοῦ τότ' εἶχον τὴν πόλιν. προσθῶμεν τοίνυν ὅτι καὶ Περικλέα μὲν οὐδεὶς τῶν ὁμιλητῶν, οὐδὲ τῶν ἐκ τοῦ δήμου τὴν γραφὴν ἐκείνην ἐγράψατο, ἀλλ' εἷς τῶν ἀντιστασιωτῶν, μᾶλλον δὲ οὐδὲ εἰδὼς εὖ καὶ καλῶς ἐκεῖνον ἄνθρωπος, Σωκράτει δὲ ὁ τῶν νέων ἀπέχεσθαι καὶ σιωπᾶν ἐπιτάξας οὐ τῶν σοφιστῶν ἦν οὐδεὶς οὐδὲ τῶν ἀντιτέχνων, ἀλλ' εἷς τῶν ὅτ' ἦν νέος φοιτώντων παρ' αὐτῷ. τοσοῦτον, ὡς ἔοικεν, ἀπώνατο τῆς συνουσίας αὐτοῦ. ταῦτ' οὖν ἡμεῖς ἐπὶ Σωκράτη οἴσομεν; ἀλλ' οὐχὶ δίκαια ποιήσομεν ἴσως. (440) δοκεῖ δέ μοι καὶ Πλάτωνα δίκη μετελθεῖν τοῦ λόγου καὶ τῆς ἐπιτιμήσεως.