V H 110

V H 110 Epist. 23 (Γανυμήδει):
ἕως ἂν φοβῇ τὸν τρίβωνα καὶ τὴν πήραν καὶ τὴν βακτηρίαν καὶ τὴν κόμην, φιλῇς δὲ τὰ ἁλουργῆ καὶ τὴν τρυφήν, οὐ παύσει τοὺς ἐραστὰς ἐπισυρόμενος, ὥσπερ ἡ Πηνελόπη τοὺς μνηστῆρας. ὥστ' εἰ μή σοι ὄχλος οἱ τοιοῦτοι τῶν ἀνθρώπων, χρῶ ᾧ προῄρησαι βίῳ˙ εἰ δ' ἔστιν, ὡς πείθομαι, καὶ οὐ μικρός, τοὺς μὲν ἄλλους βοηθοὺς χαίρειν ἔα δι' ὧν πολλάκις ἐπειράθης αὐτοὺς ἀπελάσαι σαυτοῦ καὶ οὐκ ἴσχυσας, ἔνδυσαι δὲ τὰ Διογένεια ὅπλα, οἷς κἀκεῖνος ἀπήλασε τοὺς ἐπιβουλεύοντας, καὶ πείθου μηδένα ἔτι πελάσειν σοι τῶν ἐραστῶν˙ δεινὰ γὰρ ταῦτα καταγωνίσασθαι τοὺς τοιούτους ἐχθροὺς καὶ ἀποκρύψαι τὸν μὴ ἐθέλοντα τούτοις ἐκ τοῦ ἐμφανοῦς μάχεσθαι, ὥσπερ ἄιδος κυνῆ τὸν περικείμενον αὐτήν.