I C 112

I C 112 DIO CHRYSOST. orat. XIII (12) 29-30:
πρός τε οὖν τοὺς ἄλλους σχεδόν τι ταῦτα διελεγόμην ἀρχαῖα καὶ φαῦλα, καὶ ἐπειδὴ οὐκ εἴων ἐν αὐτῇ τῇ Ῥώμῃ γενόμενον ἡσυχίαν ἄγειν, ἴδιον μὲν οὐδένα ἐτόλμων διαλέγεσθαι λόγον, μὴ καταγελασθῶ τε καὶ ἀνόητος δόξω φοβούμενος, ἅτε συνειδὼς αὑτῷ πολλὴν ἀρχαιότητα καὶ ἀμαθίαν˙ ἐνεθυμούμην δέ, φέρε, ἂν μιμούμενος τοιούτους τινὰς διαλέγωμαι λόγους περὶ τῶν θαυμαζομένων παρ' αὐτοῖς, ὡς οὐδέν ἐστιν αὐτῶν ἀγαθόν, καὶ περὶ τρυφῆς καὶ ἀκολασίας, καὶ ὅτι παιδείας πολλῆς καὶ ἀγαθῆς δέονται, τυχὸν οὐ καταγελάσουσί μου ταῦτα λέγοντος οὐδὲ φήσουσιν ἀνόητον˙ (30) εἰ δὲ μή, ἕξω λέγειν ὅτι εἰσὶν οἱ [10] λόγοι οὗτοι ἀνδρὸς ὃν οἵ τε Ἕλληνες ἐθαύμασαν ἅπαντες ἐπὶ σοφίᾳ καὶ δὴ [11] καὶ ὁ Ἀπόλλων σοφὸν αὐτὸν ἡγήσατο. καὶ Ἀρχέλαος Μακεδόνων βασιλεύς, πολλὰ εἰδὼς καὶ πολλοῖς συγγεγονὼς τῶν σοφῶν, ἐκάλει αὐτὸν ἐπὶ δώροις καὶ μισθοῖς, ὅπως ἀκούοι αὐτοῦ διαλεγομένου τοὺς λόγους τούτους.