V H 112

V H 112 Epist. 25 ( Ἀθηναίοις):
πυνθάνομαι ὑμᾶς ἀπορεῖν [2] χρημάτων. τοὺς ἵππους οὖν ἀπόδοσθε καὶ εὐπορήσετε. ὅταν δὲ χρεία ᾖ ἵππων, [3] τοὺς ὄνους χειροτονήσατε ἵππους εἶναι˙ τοῦτο γὰρ συνήθες ὑμῖν ἐν παντί, μὴ τοὺς ἐπιτηδείους πρὸς τὰς χρείας ἀλλὰ τοὺς κεχειροτονημένους ποιεῖσθαι. ἀλλ' εἰ μὲν ἐν τοῖς μείζοσι τὸ μὴ ὄν, ὅμως τὴν χρείαν οὐ διαφθείρει, μηδ' ἐν τοῖς ἐλάττοσι προσδοκᾶτε. ὥστε διὰ τοῦτο πείσθητέ μοι, καὶ τοὺς ἵππους, ἐπειδὰν ἀργυρίων δέησθε καὶ πόρος ἄλλοθεν μὴ ᾖ, ἀπόδοσθε, τοὺς δὲ ὄνους, ὅταν χρεία ᾖ, χειροτονήσατε ἵππους εἶναι.