V B 114

V B 114 (ΛΕΩΝΙΔΟΥ) Anth. Pal. VII 67:
Ἀΐδεω λυπηρὲ διήκονε, τοῦτ' Ἀχέροντος
ὕδωρ ὃς πλώεις πορθμίδι κυανέῃ,
δέξαι μ', εἰ καί σοι μέγα βρίθεται ὀκρυόεσσα
βᾶρις ἀποφθιμένων, τὸν κύνα Διογένην.
ὄλπη μοι καὶ πήρη ἐφόλκια καὶ τὸ παλαιὸν
ἔσθος χὠ φθιμένους ναυστολέων ὀβολός.
πάνθ' ὅσα κἠν ζωοῖς ἐπεπάμεθα, ταῦτα παρ' Ἅιδαν
ἔρχομ' ἔχων˙ λείπω δ' οὐδὲν ὑπ' ἠελίῳ.