V H 114

V H 114 Epist. 27 (τοῖς αὐτοῖς):
Διογένης ὁ κύων ἔλεγε πάντα τοῦ θεοῦ καὶ κοινὰ τὰ τῶν φίλων, ὥστε πάντα εἶναι τοῦ σπουδαίου, καὶ τὸν τούτων τι τῶν λημμάτων ἐκ τοῦ λόγου ἀθετοῦντα ὅρκια συγχεῖν οὐ τὰ Ἀχαιῶν καὶ Τρώων, ἀλλὰ τὰ τοῦ βίου, ὥστε πειθόμενοι τῷ λόγῳ μὴ χαλεπαίνετε, ὅταν αἰτῆσθε παρὰ τῶν σπουδαίων τὸ τριώβολον˙ οὐ γὰρ τὰ αὑτῶν, ἀλλὰ τὰ ἐκείνων ἀποδίδοτε.