V B 115

V B 115 (ΑΡΧΙΟΥ) Anth. Pal. VII 68:
Ἄϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων,
ὃς βαθὺ πορθμεύεις τοῦτ' Ἀχέροντος ὕδωρ,
εἰ καί σοι βέβριθεν ὑπ' εἰδώλοισι καμόντων
ὁλκάς, μὴ προλίπῃς Διογένη με κύνα.
ὄλπην καὶ σκίπωνα φέρω καὶ διπλόον εἷμα
καὶ πήρην καὶ σοὶ ναυτιλίης ὀβολόν.
καὶ ζωὸς τάδε μοῦνον, ἃ καὶ νέκυς ὧδε κομίζω,
εἶχον˙ ὑπ' ἠελίου δ' οὔ τι λέλοιπα φάει.