V B 116

V B 116 Anth. Pal. IX 145 (ΑΔΕΣΠΟΤΟΝ):
ἐλθὼν εἰς Ἀΐδην, ὅτε δὴ σοφὸν ἤνυσε γῆρας,
Διογένης ὁ κύων Κροῖσον ἰδὼν ἐγέλα
καὶ στρώσας ὁ γέρων τὸ τριβώνιον ἐγγὺς ἐκείνου,
τοῦ πολὺν ἐκ ποταμοῦ χρυσὸν ἀφυσσαμένου
εἶπεν˙ "ἐμοὶ καὶ νῦν πλείων τόπος˙ ὅσσα γὰρ εἶχον,
πάντα φέρω σὺν ἐμοί˙ Κροῖσε, σὺ δ' οὐδὲν ἔχεις."