HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-C,117
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-C,117.rdf
I C 117
MAXIM. TYR. philosoph. XXXVIII 4:
ὅτι μὲν ἑπιστήμην τιμᾷς παντὸς μᾶλλον, ὦ Σώκρατες, ἀκούομέν σου πολλάκις διατεινομένου, προξενοῦντος τοὺς νέους ἄλλον ἄλλῳ διδασκάλῳ˙ ὅς γε καὶ εἰς Ἀσπασίας τῆς Μιλησίας παρακελεύῃ Καλλίᾳ τὸν υἱὸν πέμπειν, εἰς γυναικὸς ἄνδρα˙ καὶ
[5] αὐτὸς τηλικοῦτος ὢν παρ' ἐκείνην φοιτᾷς, καὶ οὐδὲ αὕτη σοι ἀρκεῖ
[6] διδάσκαλος, ἀλλ' ἐρανίζῃ παρὰ μὲν Διοτίμας τὰ ἐρωτικά, παρὰ δὲ Κόννου τὰ
[7] μουσικά, παρὰ δὲ Εὐήνου τὰ ποιητικά, παρὰ δὲ Ἰσκομάχου τὰ γεωργικά,
[8] παρά τε Θεοδώρου τὰ γεωμετρικά. cf. ibid. XXIV 4.