I C 117

MAXIM. TYR. philosoph. XXXVIII 4:
ὅτι μὲν ἑπιστήμην τιμᾷς παντὸς μᾶλλον, ὦ Σώκρατες, ἀκούομέν σου πολλάκις διατεινομένου, προξενοῦντος τοὺς νέους ἄλλον ἄλλῳ διδασκάλῳ˙ ὅς γε καὶ εἰς Ἀσπασίας τῆς Μιλησίας παρακελεύῃ Καλλίᾳ τὸν υἱὸν πέμπειν, εἰς γυναικὸς ἄνδρα˙ καὶ [5] αὐτὸς τηλικοῦτος ὢν παρ' ἐκείνην φοιτᾷς, καὶ οὐδὲ αὕτη σοι ἀρκεῖ [6] διδάσκαλος, ἀλλ' ἐρανίζῃ παρὰ μὲν Διοτίμας τὰ ἐρωτικά, παρὰ δὲ Κόννου τὰ [7] μουσικά, παρὰ δὲ Εὐήνου τὰ ποιητικά, παρὰ δὲ Ἰσκομάχου τὰ γεωργικά, [8] παρά τε Θεοδώρου τὰ γεωμετρικά. cf. ibid. XXIV 4.