V A 118

V A 118 ARISTOT. eth. Nic. Η 11. 1152 b 8-10:
τοῖς μὲν οὖν δοκεῖ οὐδεμία ἡδονὴ εἶναι ἀγαθόν, οὔτε καθ' αὑτὸ οὔτε κατὰ συμβεβηκός˙ οὐ γὰρ εἶναι ταὐτὸ τὸ ἀγαθὸν καὶ ἡδονήν. ibid. Η 13. 1153 b 19-21: οἱ δὲ τὸν τροχιζόμενον καὶ τὸν δυστυχίαις μεγάλαις περιπίπτοντα εὐδαίμονα φάσκοντες εἶναι, ἐὰν ᾖ ἀγαθός, ἢ ἑκόντες ἢ ἄκοντες οὐδὲν λέγουσιν.