I C 118

THEODORET. graec. aff. cur. I 17:
Σωκράτης δὲ ὁ Σωφρονίσκου, τῶν φιλοσόφων ὁ ἄριστος, οὐδὲ παρὰ γυναικῶν μαθεῖν τι χρήσιμον ὑπέλαβε φιλοσοφίας ἀνάξιον˙ τῷ τοι καὶ τὴν Διοτίμαν οὐκ ἠρυθρία προσαγορεύων διδάσκαλον, καὶ μέντοι καὶ παρὰ τὴν Ἀσπασίαν διετέλει θαμίζων.