V A 119

V A 119 ARISTOT. eth. Nic. Κ 1. 1172 a 28-33:
οἳ μὲν γὰρ τἀγαθὸν ἡδονὴν λέγουσιν, οἳ δ' ἐξ ἐναντίας κομιδῇ φαῦλον, οἳ μὲν ἴσως πεπεισμένοι οὕτω καὶ ἔχειν, οἳ δὲ οἰόμενοι βέλτιον εἶναι πρὸς τὸν βίον ἡμῶν ἀποφαίνειν τὴν ἡδονὴν τῶν φαύλων, καὶ εἰ μὴ ἐστίν˙ ῥέπειν γὰρ τοὺς πολλοὺς πρὸς αὐτὴν καὶ δουλεύειν ταῖς ἡδοναῖς, διὸ δεῖν εἰς τοὐναντίον [6] ἄγειν˙ ἐλθεῖν γὰρ ἂν οὕτως ἐπὶ τὸ μέσον.