V H 119

V H 119 Epist. 32 (τῇ αὐτῇ):
ἧκόν τινες παρὰ σοῦ κομίζοντες ἐξωμίδα καινήν, ἣν ἔφασκον ποιῆσαί σε, ἵνα ἔχοιμι ἐς τὰ χειμάδια. ἐγὼ δὲ ὅτι μέν σοι μέλω, ἀπεδεξάμην σε, ὅτι δὲ ἔτι ἰδιωτεύεις καὶ οὐ φιλοσοφεῖς, εἰς ὅ σε προυτρεψάμην, μέμφομαι. ἔτι οὖν καὶ νῦν ἐπάνηκε, εἴ σοι ὄντως μέλει καὶ οὐ καλλωπίζῃ ἐπὶ τούτῳ, καὶ σπούδαζε δι' ἃ ἐπεθύμησας ἡμῖν συνελθεῖν πρὸς γάμον ταῦτα πράττειν, ταλασίας δὲ τὰς μικρὰς ὠφελείας ἔα ποιεῖν ταῖς ἄλλαις γυναιξίν, αἳ μηδενὸς τῶν αὐτῶν σοι ὠρέχθησαν.