HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-C,119
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-C,119.rdf
I C 119
I C 119 SEXT. EMP. adv. math. VI 13:
οἵ τε μέγα δυνηθέντες ἐν φιλοσοφίᾳ, καθάπερ καὶ Πλάτων, τὸν σοφὸν ὅμοιόν φασιν εἶναι τῷ μουσικῷ, τὴν
[3] ψυχὴν ἡρμοσμένην ἔχοντα. καθὸ καὶ Σωκράτης καίπερ βαθυγήρως ἤδη γεγονὼς οὐκ ᾐδεῖτο πρὸς Λάμπωνα τὸν κιθαριστὴν φοιτῶν, καὶ πρὸς τὸν ἐπὶ
[5] τούτῳ ὀνειδίσαντα λέγειν ὅτι κρεῖττόν ἐστιν ὀψιμαθῆ μᾶλλον ἢ ἀμαθῆ διαβάλλεσθαι.