V H 120

V H 120 Epist. 33 (τῇ αὐτῇ):
ἐπυθόμην σε ἀποτεκεῖν καὶ εὐμαρῶς˙ σὺ μὲν γὰρ οὐδὲν ἡμῖν ἐδήλωσας. χάρις δὲ θεῷ καὶ σοί. πέπεισαι ἄρα ὅτι τὸ πονεῖν αἴτιόν ἐστι τοῦ μὴ πονεῖν˙ οὐδὲ γὰρ ἂν ὧδέ γ' εὐμαρῶς ἀπέτεκες, εἰ μὴ κύουσα ἐπόνεις ὥσπερ οἱ ἀγωνισταί. ἀλλ' αἱ πολλαὶ γυναῖκες, ἐπειδὰν κύωσι, θρύπτονται˙ ἐπειδὰν δὲ ἀποτέκωσιν, αἷς δ' ἂν συμβῇ περισωθῆναι, νοσερὰ τὰ βρέφη γεννῶνται. ἀλλ' ἐπιδείξασα, εἰ ὅπερ ἐχρῆν ἥκειν ἀφῖκται, μελέτω σοι τούτου τοῦ σκυλακίου ἡμῶν˙ μελήσει δέ, ἐὰν ἀσφαλῶς σαυτῇ παραπλησίως ἐπεισέλθῃς. * * (2) ἔστω οὖν λουτρὸν μὲν ψυχρόν, σπάργανα δὲ τρίβων, τροφὴ δὲ γάλακτος ὅσον γε μὴ ἐς κόρον, βαυκαλήσεις δὲ ἐν ὀστρακίῳ χελώνης˙ τοῦτο γάρ φασι καὶ πρὸς νοσήματα παιδικὰ διαφέρειν. ἐπειδὰν δὲ ἐς τὸ λαλεῖν ἢ περιπατεῖν ἔλθῃ, κοσμήσασα αὐτὸ μὴ ξίφει, ὥσπερ ἡ Αἴθρα τὸν Θησέα, ἀλλὰ βακτηρίᾳ καὶ τρίβωνι καὶ πήρᾳ, τοῖς μᾶλλον δυναμένοις φυλάττειν ἀνθρώπους ξιφῶν, πέμπε Ἀθήναζε. τὰ δ' ἄλλα ἡμῖν μελήσει πελαργὸν ἐς τὸ γῆρας ἑαυτῶν ἀντὶ κυνὸς θρέψαι.