[38] τῷ Ἀσκληπιῷ ἀνέθηκε πλήκτην, ὃς τοὺς ἐπὶ στόμα πίπτοντας ἐπιτρέχων συνέτριβεν.
Εἰώθει δὲ λέγειν τὰς τραγικὰς ἀρὰς αὐτῷ συνηντηκέναι˙ εἶναι γοῦν (N2, Adesp. 284)

ἄπολις, ἄοικος, πατρίδος ἐστερημένος,
πτωχός, πλανήτης, βίον ἔχων τοὐφ' ἡμέραν.

ἔφασκε δ' ἀντιτιθέναι τύχῃ μὲν θάρσος, νόμῳ δὲ φύσιν, πάθει δὲ λόγον. ἐν τῷ Κρανείῳ ἡλιουμένῳ αὐτῷ Ἀλέξανδρος ἐπιστάς φησιν, "αἴτησόν με ὃ θέλεις." καὶ ὅς, "ἀποσκότησόν μου," φησί. μακρά τινος ἀναγινώσκοντος καὶ πρὸς τῷ τέλει τοῦ βιβλίου ἄγραφον παραδείξαντος "θαρρεῖτε," ἔφη, "ἄνδρες˙ γῆν ὁρῶ." πρὸς τὸν συλλογισάμενον ὅτι κέρατα ἔχει, ἁψάμενος τοῦ μετώπου, "ἐγὼ μέν," ἔφη, "οὐχ ὁρῶ."

[38] τῷ Ἀσκληπιῷ ἀνέθηκε πλήκτην, ὃς τοὺς ἐπὶ στόμα πίπτοντας ἐπιτρέχων συνέτριβεν.
Εἰώθει δὲ λέγειν τὰς τραγικὰς ἀρὰς αὐτῷ συνηντηκέναι˙ εἶναι γοῦν (N 2, Adesp. 284)

ἄπολις, ἄοικος, πατρίδος ἐστερημένος,
πτωχός, πλανήτης, βίον ἔχων τοὐφ' ἡμέραν.

ἔφασκε δ' ἀντιτιθέναι τύχῃ μὲν θάρσος, νόμῳ δὲ φύσιν, πάθει δὲ λόγον. ἐν τῷ Κρανείῳ ἡλιουμένῳ αὐτῷ Ἀλέξανδρος ἐπιστάς φησιν, "αἴτησόν με ὃ θέλεις." καὶ ὅς, "ἀποσκότησόν μου," φησί. μακρά τινος ἀναγινώσκοντος καὶ πρὸς τῷ τέλει τοῦ βιβλίου ἄγραφον παραδείξαντος "θαρρεῖτε," ἔφη, "ἄνδρες˙ γῆν ὁρῶ." πρὸς τὸν συλλογισάμενον ὅτι κέρατα ἔχει, ἁψάμενος τοῦ μετώπου, "ἐγὼ μέν," ἔφη, "οὐχ ὁρῶ."

[38] Τῷ Ἀσκληπιῷ [3985] ἀνέθηκε πλήκτην, ὃς τοὺς ἐπὶ στόμα πίπτοντας ἐπιτρέχων συνέτριβεν.
Εἰώθει δὲ λέγειν 〈πάσας〉 τὰς τραγικὰς ἀρὰς αὐτῷ συνηντηκέναι˙ εἶναι γοῦν (N 2, Adesp. 284)

Ἄπολις, ἄοικος, πατρίδος ἐστερημένος,
[39810] πτωχός, πλανήτης, βίον ἔχων τοὐφ' ἡμέραν.

Ἔφασκε δὲ ἀντιτιθέναι τύχῃ μὲν θάρσος, νόμῳ δὲ φύσιν, πάθει δὲ λόγον. Ἐν τῷ Κρανείῳ ἡλιουμένῳ αὐτῷ Ἀλέξανδρος ἐπιστάς φησιν˙ "Αἴτησόν με ὃ θέλεις." Καὶ ὅς, " Ἀποσκότησόν μου," φησί. Μακρά τινος ἀναγινώσκοντος [39815] καὶ πρὸς τῷ τέλει τοῦ βιβλίου ἄγραφον παραδείξαντος, "Θαρρεῖτε," ἔφη, "ἄνδρες˙ γῆν ὁρῶ."
Πρὸς τὸν συλλογισάμενον ὅτι κέρατα ἔχει, ἁψάμενος τοῦ μετώπου, " Ἐγὼ μέν," ἔφη, "οὐχ ὁρῶ."